
ΔΕΥΤΕΡΑ ΙΣΤ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 4:28-31; 5:1-10
Ἀδελφοί, ὑμεῖς , κατὰ ᾽Ισαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ γραφή; ῎Εκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν τῆς παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. ῎Ιδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. ᾽Ετρέχετε καλῶς· τίς ὑμᾶς ἀνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.