Home ΑΠΟΣΤΟΛΟΣ Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 16:13-24

Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 16:13-24

513
Αποστολικά Αναγνώσματα

30 ΣΕΠΤΕΜΒΡΙΟΥ – Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου, ἐπισκόπου τῆς μεγάλης Ἀρμενίας.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 16:13-24

Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς ᾿Αχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ ᾿Αχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. ᾿Ασπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς ᾿Ασίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ ᾿Ακύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. ῾Η χάρις τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.