
ΤΕΤΑΡΤΗ ΙΒ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 6:11-16
Ἀδελφοί, τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυται• οὐ στενοχωρεῖσθε ἐν ἡμῖν; στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν• τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ( ὡς τέκνοις λέγω), πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις• τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος• καθὼς εἶπεν ὁ Θεὸς.