Home ΑΠΟΣΤΟΛΟΣ Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τό ᾽Ἀνάγνωσμα 2:11-18

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τό ᾽Ἀνάγνωσμα 2:11-18

302
Αποστολικά Αναγνώσματα

29 ΔΕΚΕΜΒΡΙΟΥ – Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ἐν Βηθηεέμ ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τό ᾽Ἀνάγνωσμα 2:11-18

Ἀδελφοί, ὅ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»· καὶ πάλιν· «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ»· καὶ πάλιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός». Ἐπεὶ οὖν «τὰ παιδία» κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ «σπέρματος ᾿Αβραὰμ» ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.