Home ΑΠΟΣΤΟΛΟΣ Πρὸς Β΄ Κορινθίους Ἐπιστολῆς Παύλουτὸ ᾽Ανάγνωσμα 9:6-11

Πρὸς Β΄ Κορινθίους Ἐπιστολῆς Παύλουτὸ ᾽Ανάγνωσμα 9:6-11

387
Αποστολικά Αναγνώσματα

12 ΝΟΕΜΒΡΙΟΥ – Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου.
Πρὸς Β΄ Κορινθίους Ἐπιστολῆς Παύλουτὸ ᾽Ανάγνωσμα 9:6-11

Ἀδελφοί, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.